Τετάρτη, 29 Νοεμβρίου

Άγιος Σωφρόνιος

Όσιος Σωφρόνιος

O Άγιος Σωφρόνιος εορτάζει στις 11 Ιουλίου.

Ἀπολυτίκιον

῏Ηχος δ΄. ῾Ο ὑψωθείς.

Πατρὸς ῾Οσίου ποθεινότατον τέκνον, Σιλουανοῦ τοῦ ᾿Αθω-

νίτου ἐδείχθης, Σωφρόνιε χριστόνοε καὶ θεῖος ἑρμηνεύς,

τῇ σοφίᾳ λόγων σου, ἐν τῷ κόσμῳ ἐκλάμψας, καὶ ἐνθέῳ βίῳ

σου, πρὸς τὸ Φῶς ὁδηγήσας, τοὺς αἱρομένους Πάτερ τὸν Θεόν,

῞Ον περ εὐχαῖς σου, ὀψόμεθα πώποτε.

Ἕτερον.

Ἦχος γ΄. Θείας πίστεως.

Πλήρης χάριτος καὶ ἀληθείας, φῶς γενόμενος θεολογίας, προ-

φητικῶς τὸν σὸν βίον διήνυσας· τὸν Ἐνυπόστατον Λόγον

ἑώρακας, καὶ σωτηρίας ὁδοὺς ἡμῖν ἐγνώρισας. Πάτερ, πρέσβευε

ἀεὶ τῷ Θεῷ δωρήσασθαι, Σωφρόνιε, ἡμῖν τὸ μέγα ἔλεος.

Κοντάκιον

Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.

Πυρωθεὶς τῷ Πνεύματι, ῝Ο ἐξεζήτησας πόθῳ, ὅλος πῦρ θε-

όληπτε, ἐκ μετοχῆς ἐγεγόνεις, εἶδες γάρ, ὡς δυνατὸν ἀνθρώ-

ποις, Φῶς Χριστοῦ, καὶ ἐνεπλήσθης πολλῶν χαρίτων, Δι’ ὧν

πᾶσαν ᾿Εκκλησίαν, καταφωτίζεις, παμμάκαρ Σωφρόνιε.

Ἕτερον.

Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

Ὡς Μωϋσῆν κατὰ τὴν Θείαν ἀποκάλυψιν καὶ ὡς Ἠλίαν εἰς τὸ

πῦρ τὸ ἐν καρδίᾳ σου, σὲ γεραίρομεν Σωφρόνιε θεοφόρε·

ὡς οὖν ἔχων παῤῥησίαν πρὸς τὸν Κύριον, Πνεῦμα θεῖον ταῖς ψυ-

χαῖς ἡμῶν ἀπόστειλον, ὅπως κράζομεν· χαίροις Πάτερ θεόσοφε.